TLG 1250 001 :: CERCIDAS :: Fragmenta CERCIDAS Iamb. Cf. et CHOLIAMBICA ADESPOTA (ALG) (1797) Fragmenta
Citation: Fragment — (line) | ||
1 | Οὐ μὰν ὁ πάρος γα Σινωπεὺς τῆνος ὁ βακτροφόρας διπλείματος αἰθεριβόσκας· ἀλλ’ ἀνέβα [ | |
5 | χῆλος ποτ’ ὀδόντας ἐρείσας καὶ τὸ πνεῦμα συνδακών· Ζανὸς γόνος ἦς γὰρ ἀλαθέως οὐράνιός τε κύων. | |
---|---|---|
2 | []. εσ[ [ τὸ] τᾶς ῥ[ικνᾶς χελώνας μναμόν]ευ’· οἶκος [γὰρ ἄριστος ἀλαθέως | |
καὶ φίλο[ς. | 202 | |
3 | Πῶς κ’ ἴδοιεν τὰν σοφίαν πέλας ἑστακυῖαν ... ἀνέρες, ὧν τὸ κέαρ παλῶ σέσακται καὶ δυσεκνίπτω τρυγός; | |
4 | Initium deest. | |
1 | .... | |
1 | [ ]εισ[..]κ’ αὐτῶν ὀ]λβοθύλακον λάρον τε καὶ ἀκρασίωνα θῆκε πενητυλίδαν | |
5 | Ξένωνα, ποτάγαγε δ’ ἁμὶν ἄργυρον εἰς ἀνόνατα ῥέοντα; Καὶ τί τὸ κωλύον ἦς, αἴ τί〈σ〉 σφ’ ἔροιτο, (ῥεῖα γάρ ἐστι θεῷ πᾶν ἐκτελέσσαι χρῆμ’ ἐπὶ νοῦν ὅκ’ ἴῃ), | |
10 | ἢ τὸν ῥυποκιβδοτόκωνα καὶ τεθνακοχαλκίδαν ἢ τὸν παλινεκχυμενίταν, τὸν κτεάνων ὄλεθρον, τοῦτον κενῶσαι τᾶς συοπλουτοσύνας, | 203 |
15 | δόμεν δ’ ἐπιταδεοτρώκτᾳ κοινοκρατηροσκύφῳ τὰν ὀλλυμέναν δαπάνυλλαν; Μήποτ’ οὖν ὁ τᾶς Δίκας ὀφθαλμὸς ἀπεσπαλάκωται, | |
20 | χὠ Φαέθων μονάδι γλήνᾳ παραυγεῖ, καὶ Θέμις ἁ λιπαρὰ καταχλύωται; Πῶς ἔτι δαίμονες οὖν τοὶ μήτ’ ἀκουὰν μήτ’ ὀπὰν πεπαμένοι; Καὶ μὰν τὸ τάλαντον ὁ σεμνὸς | |
25 | ἀστεροπα[γερ]έτας μέσσον τὸν Ὄλυμπον [ἔχων] ὀρθὸν [τιταίνει], [κα]ὶ νένευκεν οὐδαμῇ. Καὶ τοῦθ’ Ὅμηρος εἶπεν ἐν Ἰλιάδι· | |
30 | ῥέπει δ’ ὅταν αἴσιμον ἆμαρ ἀνδράσι κυδαλίμοις ᾖ. Πῶς οὖν ἐμὶν οὔποτ’ ἔρεψεν ὀρθὸς ὢν ζυγοστάτας, τὰ δ’ ἔσχατα βρύτια Μυσῶν— | |
35 | ἅζομαι δέ θην λέγειν, ὅσον [γε ῥέπ]ει τὸ παρ’ αὐτοῖς τῶ Διὸς πλα[στ]ίγγιον; Ποίους ἐπ’ ἀνάκτορας οὖν τις ἢ τίνας οὐρανίδας κιὼν ἂν εὕροι | |
40 | πῶς λάβοι τὰν ἀξιάν, ὅθ’ ὁ Κρονίδας ὁ φυτεύσας πάντας ἁμὲ καὶ τεκὼν τῶν μὲν πατρωὸς τῶν δὲ πέφανε πατήρ; Λῷον μεθέμεν περὶ τούτων | |
45 | τοῖς μετεωροκόποις, τούτους γὰρ ἔργον οὐδὲ ἓν ἔλπομ’ ἔχην· ἇμιν δὲ Παιὰν καὶ Μετάδως μελέτω, θεὸς γὰρ αὕτα, καὶ Νέμεσις κατὰ γᾶν. Μέσφ’ οὖν ὁ δαίμων οὔρια φυσιάει, | 204 |
4(50) | τιμᾶτε ταύταν, φῶ[τες] ελ̣α̣[⏑⏑– ⏓–⏑]τᾷξαν τε̣ς̣ ⏑⏑–⏑⏑– ⏓]σητον ὄλ[β⏓ –⏑⏑–⏑] τύχας | |
55 | ταῦτ’ ἐ[στὶν ὗ]μιν νειόθεν ἐξεμέσαι. | 205 |
5 | Δοιά τις ἇμιν ἔφα γνάθοισι φυσῆν τὸν κυανοπτέρυγον παῖδ’ Ἀφροδίτας, Δαμόνομ’, οὔτι γὰρ εἶ λίαν ἀπευθής· καὶ βροτῶν γὰρ [τῷ] μὲν ἂν | |
5 | πραεῖα καὶ εὐμενέ[ουσα] [πνεύματα] δεξιτερὰ πνεύσῃ σιαγών, οὗτος ἐν ἀτρεμίᾳ τὰν ναῦν Ἔρωτος σώφρονι πηδαλίῳ Πειθοῦς κυβερνῇ, τοῖς δὲ τὰν ἀριστερὰν λύσας ἐπόρσῃ | |
10 | λαίλαπας ἢ λαμυρὰς Πόθων ἀέλλας, κυματίας διόλου τούτοις ὁ πορθμός· εὖ λέγων Εὐριπίδας. Οὐκοῦν δύ’ ὄντων κάρρον ἐστὶν ἐκλέγειν τὸν οὔριον ἇμιν ἀήταν, | |
15 | καὶ μετὰ Σωφροσύνας οἴακι Πειθοῦς | |
χρώμενον εὐθυπλοεῖν, ὅκ’ ᾖ κατὰ Κύπριν ὁ πορθμός, μη[... | 206 | |
18 | duodecim fere cola perierunt νομ[ | |
20 | δαπ[ καὶ τ[–⏑⏑–⏑]τ[⏑] ῥ̣ηξεῖ. [ στραγ̣[⏑⏓⏒⏓] πλόος. π̣ανν̣[–] το̣ βι[–⏑⏑–⏓] κ̣αὶ προκοθ[η]λυμαν[ὲς] | |
25 | [⏓–⏑]να βλαψιτε̣[⏑–]αν καὶ μ[εγάλαν ὀ]δύναν· ἁ δ’ ἐξ ἀγορᾶς Ἀφροδίτα καὶ τὸ μη[δε]νὸς μέλειν, ὁπανίκα λῇς, ὅκα χρῄζῃς, | |
30 | οὐ φόβος, οὐ ταραχά· τα[ύ]ταν ὀβολῶ κατακλίνας Τ[υν]δαρέοιο δόκει γαμβρ[ὸς τό]κ’ ἦμεν | |
νυ[ | 207 | |
6 | [ ]νησπυ[ [ ταλ]ακάρδιον [ [] τικαντ.πο.[ κροτησιγομφ[ | |
5 | κατὰ καιρὸν ε..[ θεῖ κἠ[λ]αύ[ν][εται τα φευξιπήμον’ ἀν[ φῦλα σκιόθρεπτα κ[..].ος ἐγχεσίμωρος | |
10 | ἁδον[ο]π[λ]άκτων βροτῶν καὶ μά[λ]’ ἐπισταμένως ωπ̣ασα̣..σε[.]χ.. αγὰρ̣ [ὀ]ψ[ο]τ̣ράγ̣[οι]ς πι[μελ]ὰν μὲν ὠλεσίκαρπον | |
15 | [καὶ σφ]ύγα φυσαλέαν α̣ὐ̣δάν [τε...]..ῆ· νεῦρα δὲ καὶ κρα[δίαν] καὶ ν]ῶτ’ ἐλέλιγμα̣[....] [........]ς εὐπαλ[αμ | |
20 | Desunt circa quattuor versus; sequuntur in col. iii verborum fragmenta, decem versibus perditis | |
34 | ταῦτα [ | |
35 | γὰρ οὐ [ αθεσ[ ναται.[ | |
τος ἀεικ[ ὦ φίλος τᾶς ι[ | Column end | |
40 | ἦς καὶ νόω κ.[ πενίᾳ ποτιφ[ τιμοτατω δεπ[ | |
π[..].αμυρο[ | 208 | |
7 | ...... | |
1 | πολλά]κις δμαθεὶς βροτὸς οὔτι ἑκὼν ἔκλᾳξε κανθώς· τὶν δ’ ἀτέραμνον ἔσω στέρνων καὶ ἀνίκατον κέαρ ἔσκ’ ἐν | |
5 | πιμελοσαρκοφάγων πάσας μελεδώνας· τῷ τὶν διέφευγε καλῶν οὐδέν ποκα, πάντα τεοῖσι δ’ ὑπὸ σπλάγχνοις ἔσκ’ ἁβρὰ Μουσᾶν κνώδαλα· Πιερίδων θ’ ἁλιευτὰς | |
10 | ἔπλεο, θυμέ, καὶ ἰχνευτὰς ἄριστος. Νῦν δ’ ὅκκα μὲν ἐκφανέες λευκαὶ κορυφᾷ περιαιωρεῦνται ἐθειρᾶν κ̣ι̣λ̣ε̣ω̣ λάχνᾳ, κνακὸν δὲ γένειον, καἴ τι ματεύει κράγυον ἁλικία | |
15 | χρόνω τ’ ἐπάξιον, κολακεύει δερκομένα βιοτᾶς εὐρὺν ποτὶ τέρματος οὐδόν, | |
τᾶμος ἐσλᾶς μὲν [ | 209 | |
8 | αἰο]λόπωλον [ [ ] βουσόω μύω[πος [ ] ἵππον χρε[μετίζοντα [ ]το γάρ ἐστ’ ἀγαθῶ | |
5 | τοῦτ’ Εὐθυδίκω [ ]εαστα, Στ]ωικὲ Καλλιμέδων· [ ἐ]στὶ πονηρὰ καὶ [ ] μενα. Σφαίρῳ γὰρ [ | |
10 | [ ] προβάλῃς ἢ καί τι [ Ἄγ]χιτον εἰς ἀρετάν, [ ]δες ἰχνεύεις αλ[ | |
15 | φέροντ’ ὀπώραν | |
].κου̣ τ̣ο̣ῦτ[ο]ν αὐ | 210 | |
9 | ....]ηθρα σκωπτιλλι̣ο [.] αυ [....]..ι̣δ̣[..]ως βλαβὰν ακ̣λ̣η[....]ετ. | |
5 | [...]μοφλυακεῖν τόπο̣ς, ἦ Φ[οῖ]βος αὐτὸς ὕ[μ’ ὁ]ρῶν [ἀ]ποστομ[οῖ·] τὰς δὴ τοιαύτας σκεπτοσύνας κενὰ μὴ σπουδὰν ποιεῖσθ[αι | |
10 | [τῷ] στρέφειν ἄνω κάτω· λ[όγους] δ’ [ὅτα]ν ᾄθεον εὕρῃς [μου]σ̣ικῶς ἁρμοσμένον, [τ]ότ’ ἂν τὸν ἴσον πόθον ἕλκ[ῃ] [κ]ἀ[στάθευτον ἵμερον, | |
15 | τ[οῦτ’] [ἐ]στὶ ποτ’ ἄρσενας ἄρσ[ην, τοῦ]τ’ ἔ[ρ]ως Ζανωνικός. Κερκίδα Κυνὸς | |
[ με]λίαμβοι. | 211 | |
10 | Τῷ περὶ θηροπέπλου μανίας ὕβρεός τε περιστάσιμον στοὰν ἔχοντι Πυθαγόρου πελάτᾳ. | |
11 | Λεβητοχάρων | |
12 | Μαγίς | |
13 | Πατρωός | 212 |
14 | Ἦν καλλιπύγων ζεῦγος ἐν Συρακούσαις. | |
15 | Ἐν κριομύξοις ἀνδράσιν | |
16 | Ἅπαντα δ’ ἔρρειν εἰς βυθὸν τὰ τίμια τῶν γαστριμάργων σῖτα, μήτε σῖτ’ ἔτι, τῶν εὐτελεστάτων λέβητος ἐξ ἑνὸς ὀρθῶς λέγει που Κερκίδας ὁ φίλτατος | |
5 | τέλος τρυφώντων, αὐτὸς ἐσθίων ἅλας, αὐτῆς τρυφῆς ἔθ’ ἁλμυρὸν καταπτύων. | |
17,col1 | [................]δεισου[...... ἀνθρ]ώποις | |
[............]ι κ̣α̣τ̣ε̣ῖ̣δε[.... ἀν]θρώπων [............]σας̣ οὓς κατ̣[εῖδεν] ἀνθρώπου̣ς [.........] [Πάρ]νε, πρός [σ]ε χρ[ήσο]μαι πάσῃ | 213 | |
5 | [............] πο[ιή]μ̣ατ̣’ ο̣ὐ̣ μ̣άτ[ην] ἀκούοντα [............]...εσω...... ἀνθρώπων [.....................]α̣λ̣[...] ἐν κόμῃ κεῖται [...............].χειρες ὥ[σπ]ερ Ἅρπυιαι, [............]ον κέρδος ἐ̣κ̣ λίθου παντ̣ός, | |
10 | [.........ἕ]καστος ἔνθεν ἁρπάξῃ [.... κυ]βιστᾷ κἠπινήχεται πᾶς τις [......] ἑταῖρον καὶ κ̣α̣σ̣ίγνη[το]ν κα̣[ὶ] ὦρα [.....ἑ]α̣υ̣τ̣ο̣ῦ̣ τὴν τρισοιζυρὴν ψυχήν. [........]ηθ.. ἀλλὰ τα〈ὐτὰ〉 μὲν πεζῇ | |
15 | [........ἐ]ν ἀνθ̣ρώποις ἀείδεται πλωτῇ [... δ]ὲ περιφέρουσι τοῦτο τὸ ῥῆμα· ”[κέρδαιν’,] ἑταῖρε, κἢν θέρευς κἢν χειμῶνος· [ἁπάντοθε]ν κέρδαινε, μηθὲν αἰσχύνου.” [............]δου τοῦτ’ ὀνειδιεῖταί̣ σ̣οι | |
20 | ”[............].τὴν χεῖρ’, ὅκου λαβεῖν δεῖ τι, | |
17,col2(21) | ὅκου [δ]ὲ δοῦν̣[αι] μ̣η̣δ̣ό̣λως φόρει χεῖρα”, ἐροῦσι πολλοί· “π[ο]λλὰ σαυτὸν ἀσπάζου· ἐπὴν ἔχῃς τι, πάντα σοι φίλων πλήρη, πλουτοῦντα γάρ σε̣ χοἰ θεοὶ φιλ̣ή̣σουσι, | |
25 | ἐὰν 〈δὲ〉 μὴ ’χῃς μηθέν, οὐδὲ κηδεσταί, π̣ένητα δ’ ὄντα χἠ τεκοῦσα μεισήσει”. Ἐγ̣ὼ μὲ[ν οὖν,] ἀῗτα, καὶ καταρῶμαι τοῖς νῦν βίοις, καὶ πάντας ἀνθρώπους μισῶ τοὺς ζῶντας οὕτω, καὶ ἔτι μᾶλλον μισήσω̣, | |
30 | ἀνέστροφαν γὰρ τὴν̣ ζόην̣ ἡμῶ̣ν̣ οὗτοι̣. [ἦ] γὰρ π[άρο]ιθ̣ε̣ν ἦν δ[.]α̣ χρ[..]υν ἐστὶν σεμνὴ [δ]ικα[ιό]τ̣ης ᾤ[χηκεν] ἔ[νθ]ε[ν ο]ὐδ’ ἥξει· [ἀ]πιστίη ζῇ π̣α̣[ | |
ἴσχυκεν ἡ̣ ἀ̣ν̣α̣ί̣δ̣ε̣ι̣α̣ τ̣οῦ [Δ]ιὸς μεῖζον· | 214 | |
35 | ὅρκοι τεθν̣ή̣κασιν [οἱ] θε̣ο̣ὶ δ’ εἰάκασι̣ν̣· ἡ δυσγένεια κριθ̣[ι]ᾷ κατ’ ἀνθρώπους, τῆς δ’ εὐγενεί[ας ἁ]λμυρὸν κ̣α̣τ̣έ̣[π]τυσ〈σ〉ε̣ν̣· θέλοι δ’ ἂν οὐ[δεὶς] ο̣[ὐ]δὲ [τ]ὴν Ἥ̣ρ̣αν γῆμαι πτωχὴν ἐ̣ο̣ῦ̣σ̣α̣ν̣ τ[......] κ.η̣.οντοι̣.. | |
40 | μᾶλλον [δ’] ἕλοι̣τ̣[ο τὴν ἐπὶ σ]τ̣έ̣γους Λυδ̣ὴν | |
ἔχων ὁπυ〈ί〉ειν ἔ̣ν̣δ̣ο[ν, ἢ]ν φέρῃ χαλκοῦς. | 215 | |
18,col1 | ......... | |
1 | [..............................]δ̣ην ......... | |
11 | [..............................].την ......... | |
18 | [.........................]ω̣μαιον̣ [.........................]ων | |
20 | [.........................]στρος [.........................]υσεν | |
......... | 216 | |
24 | [.........................]σων | |
25 | [.........................]α [.........................]στοι ......... [.........................]της | |
28 | ......... | |
18,col2 | ἔοικεν εἶναι, π[άντο]θεν γὰρ ἕλκουσιν, καὶ οὐκ ἔστιν οὔ[τ]ε [σ]υγγενὴς οὔτε ξεῖνος ὃ[ς ο]ὐχ̣[ὶ το]λμᾷ π̣[ᾶν] ὅκως ἕξει μέζον χ[ω]ρὶς δέατος θ̣εό̣θ[εν, ο]ὐδὲ μέμνηνται | |
5 | θεοῦ δικαίης, ἀλλά [νιν] [χλ]ευάζουσιν· ὅκως δὲ χρὴ ζῆ[ν .].[...] [ἔγ]ωγε θαυμά̣[ζω] ἐν θηρίοισι μ̣ᾶ̣λ̣λ̣[ον ......] ξε̣ν̣α̣ι̣ [....] ἀπιστίη γε παν̣τ̣α[...]..[....].[...]α̣ι̣[..] τὸ τῆς α̣[....[..].ενι̣αγχω̣..πάντα [.] | |
10 | τὸ μειλιχῶδες καὶ προσηνὲς δὴ τοῦτο. Ἐκεῖνο μ[ὲ]ν γὰρ ο[ἶδ]α, σὺν θεοῖς εἰπεῖν, ὅπερ κ[ράτιστόν] [ἐ]στιν, οὐ νενίκημαι [...].[......] καὶ γαστ[ρό]ς, ἀλλ’ ἀπαρ[κ]εῦμαι [....]. ἅλις γὰρ πρή̣ξ̣ι̣ο̣ς τὸ̣ κ̣ερδαίν̣[ειν] | |
15 | [..].[.] ν̣ε̣..ως κάνδυ̣λ̣ον ὡς οὕτως εἰπε̣ῖ̣ν̣· τὸ] γ̣ὰρ σ̣τ̣όμ’, ὡς ἔοικ[ε, ..]οτ̣[...]α̣ι μο[ῦ]νο̣ν̣ [χρό]νον τοσ[οῦ]τον [ὅσσο]ν̣ ἄ̣ν̣ τις ἔσθ̣[ων ᾖ· [ὅτα]ν δ’ ἀμείψητα[ι......]. καὶ τ.[....].ο̣ν εἰς κ[.]ην Χάρυβδ[ιν] [.....]. οἴχεται πά[ντ]α | |
20 | καὶ ταῦτα τεν[....] χ̣[ρ]ή̣ σε καὶ ἑτερο̣[.....] ὑπὲρ δὲ τούτων [.].π̣α[.]υ̣ειλινων [.....] Ἐγὼ μὲν οὖν, ὦ Π[άρ]νε, ταῦτ’ οὐχὶ ζ[ηλῶ], ἀλλ’ ἐν χαλ[ινοῖς .].[.]..λυ̣σ̣τον..[.....] γαστρὸς κατίσχ[ω καὶ ἐκ]βιά[ζ]ομαι τ[οῦτο] | |
25 | πρὸς εὐτέλειαν τ[ὸ]ν [βί]ον καθίστασθ[αι]· καὶ μὴν ὅτ[α]ν γε.....[..] σπ̣..ε̣.ειν.[...] κάμνω με̣[γ]ίστη̣ δ̣[..].[..]..[.].μ̣ο̣ιχο.[....] | |
τέρπει δέ μ’ οὕτως ο[ὐ]δ[ὲ]ν ὡς τ̣ὸ κερδ[αίνειν] [ἐκ] τοῦ δικαίου το[.....].[.]οῖς ἀν[θ]ρώπ[οις] | 217 | |
30 | [..λαμ]βάνειν.[.].[..].[...] εκτροπ[...]α̣[...] [.......].[.]ν̣ε̣ν̣ο̣ν..[....].ουθεν..[.].[.....] [........]ο̣ν̣ω π[λ]ουτοῦντας εξα[.....] [........].τ..ν... ὥσπε̣ρ̣ οὐδ’ ο..[....] | |
18,col3(34) | Ἔστιν γάρ, ἔστιν, ὃς τάδε σκοπεῖ δ̣αίμων, | |
35 | ὃς̣ ἐ̣ν χρόνῳ τὸ θεῖον οὐ καταισχύνει· [νέ]μει δ’ ἑκάστῳ τὴν καταίσιον μοῖραν. [Ἐγ]ὼ μὲν οὖν, ὦ Πάρνε, βουλοίμην εἶναι τἀρκεῦντ’ ἐμαυτῷ καὶ νομίζεσθαι χρηστός, ἢ πολλὰ πρήσσειν, καί ποτ’ εἰπεῖν τοὺς ἐχθρούς· | |
40 | “ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθεν ἔνθ’ ἦλθεν.” | 218 |